Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.155 Joseph. AJ 11.161 (English) >>Joseph. AJ 11.165

11.158 συνέβη μετὰ τὴν παρὰ τῷ λαῷ δόξαν γηραιῷ τελευτῆσαι τὸν βίον καὶ ταφῆναι μετὰ πολλῆς φιλοτιμίας ἐν Ἱεροσολύμοις. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ἰωακείμου τοῦ ἀρχιερέως ἀποθανόντος παῖς αὐτοῦ Ἐλεάσιβος τὴν ἀρχιερωσύνην διεδέξατο. 11.159

Τῶν δʼ αἰχμαλωτισθέντων τις Ἰουδαίων οἰνοχόος τοῦ βασιλέως Ξέρξου Νεεμίας ὄνομα περιπατῶν πρὸ τῆς μητροπόλεως τῶν Περσῶν Σούσων, ξένων τινῶν ἀπὸ μακρᾶς ὁδοιπορίας εἰς τὴν πόλιν εἰσιόντων ἐπακούσας ἑβραϊστὶ πρὸς ἀλλήλους ὁμιλούντων προσελθὼν αὐτοῖς ἐπυνθάνετο, πόθεν εἶεν παραγενόμενοι. 11.160ἀποκριναμένων δʼ ἥκειν ἐκ τῆς Ἰουδαίας, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ μητρόπολις Ἱεροσόλυμα, πάλιν ἤρξατο πυνθάνεσθαι. 11.161κακῶς δʼ ἔχειν εἰπόντων, καθῃρῆσθαι γὰρ εἰς ἔδαφος τὰ τείχη καὶ τὰ πέριξ ἔθνη πολλὰ διατιθέναι κακὰ τοὺς Ἰουδαίους, ἡμέρας μὲν κατατρεχόντων τὴν χώραν καὶ διαρπαζόντων, τῆς δὲ νυκτὸς κακῶς ἀπεργαζομένων, ὡς πολλοὺς ἐκ τῆς χώρας καὶ ἐξ αὐτῶν τῶν Ἱεροσολύμων αἰχμαλώτους ἀπῆχθαι καὶ τὰς ὁδοὺς πλήρεις εὑρίσκεσθαι καθʼ ἡμέραν νεκρῶν, 11.162ἐδάκρυσεν Νεεμίας ἐλεήσας τῆς συμφορᾶς τοὺς ὁμοφύλους, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, “ἄχρι τίνος, εἶπεν, δέσποτα, περιόψει ταῦτα πάσχον τὸ ἔθνος ἡμῶν οὕτως ἅρπαγμα 11.163πάντων καὶ λάφυρον γενόμενον;” διατρίβοντος δʼ αὐτοῦ πρὸς τῇ πύλῃ καὶ ταῦτα ἀποδυρομένου προελθών τις ἤγγειλεν αὐτῷ μέλλειν ἤδη κατακλίνεσθαι τὸν βασιλέα. δʼ εὐθὺς ὡς εἶχεν μηδὲ ἀπολουσάμενος διακονήσων ἔσπευσεν τῷ βασιλεῖ τὴν ἐπὶ τοῦ πότου διακονίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.155 Joseph. AJ 11.161 (English) >>Joseph. AJ 11.165

Powered by PhiloLogic